Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.158 Joseph. AJ 6.163 (English) >>Joseph. AJ 6.167

6.161τῆς ψυχῆς συνίσταται κάλλος κατακεκοσμημένος.” ταῦτα φράσαντος τοῦ θεοῦ πάντας ἐκέλευσεν αὐτῷ τὸν Ἰεσσαῖον τοὺς υἱοὺς ἐπιδεῖξαι Σαμουῆλος· δὲ πέντε ἄλλους ἐποίησεν ἐλθεῖν, ὧν μὲν πρεσβύτερος Ταλίαβος, δεύτερος Ἀμινάδαβος, Σάμαλος τρίτος, τέταρτος Ναθαναῆλος, καὶ Ῥάηλος πέμπτος ἐκαλεῖτο, δὲ ἕκτος Ἄσαμος. 6.162ἰδὼν δὲ καὶ τούτους προφήτης μηδὲν χείρους τοῦ πρεσβυτέρου ταῖς μορφαῖς ἐπηρώτησε τὸν θεὸν, τίνα τούτων αἱρεῖται βασιλέα. εἰπόντος δʼ οὐδένα πυνθάνεται τοῦ Ἰεσσαίου, μὴ πρὸς τούτοις αὐτῷ καὶ ἄλλοι παῖδές εἰσι. 6.163φήσαντος δὲ εἶναι Δαβίδην τοὔνομα, ποιμαίνειν δὲ καὶ τῆς τῶν βοσκημάτων φυλακῆς ἐπιμελεῖσθαι κελεύει καλεῖν αὐτὸν ἐν τάχει· κατακλιθῆναι γὰρ εἰς εὐωχίαν οὐκ εἶναι δυνατὸν αὐτοῖς ἐκείνου μὴ παρόντος. 6.164ὡς δʼ ἧκεν Δαβίδης μεταπεμφθεὶς ὑπὸ τοῦ πατρὸς, παῖς ξανθὸς μὲν τὴν χρόαν γοργὸς δὲ τὰς ὄψεις καὶ καλὸς ἄλλωςοὗτός ἐστιν, εἰπὼν ἡσυχῇ πρὸς αὑτὸν Σαμουῆλος, βασιλεύειν ἀρέσας τῷ θεῷκατακλίνεται μὲν αὐτός, κατακλίνει δʼ ὑφʼ αὑτὸν τὸν νεανίσκον καὶ τὸν Ἰεσσαῖον μετὰ καὶ τῶν παίδων. 6.165ἔπειτα λαβὼν ὁρῶντος τοῦ Δαβίδου τὸ ἔλαιον ἀλείφει τʼ αὐτὸν καὶ πρὸς τὸ οὖς ἠρέμα λαλεῖ καὶ σημαίνει τοῦθʼ, ὅτι βασιλεύειν αὐτὸν θεὸς ᾕρηται, παρῄνει δʼ εἶναι δίκαιον καὶ κατήκοον αὐτοῦ τῶν προσταγμάτων· οὕτως γὰρ αὐτῷ παραμενεῖν τὴν βασιλείαν εἰς πολὺν χρόνον καὶ τὸν οἶκον λαμπρὸν καὶ περιβόητον γενήσεσθαι, καταστρέψεσθαι δὲ καὶ Παλαιστίνους, καὶ οἷς ἂν ἔθνεσι πολεμῇ νικῶντα καὶ περιόντα τῇ μάχῃ κλέος ἀοίδιμον ζῶντά τε ἕξειν καὶ τοῖς μετʼ αὐτὸν ἀπολείψειν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.158 Joseph. AJ 6.163 (English) >>Joseph. AJ 6.167

Powered by PhiloLogic